Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Προμάχων προστάτης Μογλενῶν τὸν Ἐπίσκοπον,
καὶ τῶν Ὀρθοδόξων τὸ κλέος, Ἱλαρίωνα Ὅσιον,
τιμήσωμεν ἐνθέως οἱ πιστοί,
ἐν ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς,
μελῳδοῦντες εὐφροσύνως τὴν βιοτήν,
αὐτοῦ τε καὶ τὰ θαύματα·
δόξα τῷ ἐνισχύσαντι Χριστῷ,
δόξα τῷ στερεώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ αὐτοῦ πᾶσιν ἰάματα.